HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,164
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,164.rdf
1.
[8.164] τοίνυν τῶν πρός τι γενήσεται. ὥσπερ γὰρ τὸ σημειωτὸν κατὰ τὴν ὡς πρὸς τὸ σημεῖον
σχέσιν νοούμενον τῶν πρός τι ἐστὶν 〈......〉˙ τινὸς γάρ ἐστι σημεῖον, καθάπερ τοῦ σημειωτοῦ. ἐὰν
γοῦν τὸ ἕτερον αὐτῶν καθ' ὑπόθεσιν ἀνέλωμεν, καὶ τὸ λειπόμενον συναναιρεθήσεται, οἷόν τι καὶ
ἐπὶ τοῦ δεξιοῦ καὶ ἀριστεροῦ φαίνεται γιγνόμενον˙ μηδενὸς γὰρ ὄντος δεξιοῦ οὐδὲ ἀριστερόν τι
ἔσται διὰ τὸ τῶν πρός τι εἶναι τούτων ἑκάτερον, καὶ μηδενὸς ὄντος ἀριστεροῦ συμπεριγράφεται καὶ
ἡ τοῦ δεξιοῦ ἐπίνοια.