1.

[8.164] τοίνυν τῶν πρός τι γενήσεται. ὥσπερ γὰρ τὸ σημειωτὸν κατὰ τὴν ὡς πρὸς τὸ σημεῖον σχέσιν νοούμενον τῶν πρός τι ἐστὶν 〈......〉˙ τινὸς γάρ ἐστι σημεῖον, καθάπερ τοῦ σημειωτοῦ. ἐὰν γοῦν τὸ ἕτερον αὐτῶν καθ' ὑπόθεσιν ἀνέλωμεν, καὶ τὸ λειπόμενον συναναιρεθήσεται, οἷόν τι καὶ ἐπὶ τοῦ δεξιοῦ καὶ ἀριστεροῦ φαίνεται γιγνόμενον˙ μηδενὸς γὰρ ὄντος δεξιοῦ οὐδὲ ἀριστερόν τι ἔσται διὰ τὸ τῶν πρός τι εἶναι τούτων ἑκάτερον, καὶ μηδενὸς ὄντος ἀριστεροῦ συμπεριγράφεται καὶ ἡ τοῦ δεξιοῦ ἐπίνοια.