1.

[8.165] (§ 165 Cfr. PH II 117-120) ἀλλὰ δὴ τὰ πρός τι συγκαταλαμβάνεται ἀλλήλοις˙ οὔτε γὰρ λευκότερόν τι, ὡς ἔφην, δυνατόν ἐστι γνωρίζειν μὴ συνυποπίπτοντος τοῦ οὗ λευκότερόν ἐστιν, οὔτε μελανώντερον μὴ συνεπινοουμένου τοῦ οὗ μελανώτερόν ἐστιν. τοίνυν ἐπεὶ καὶ τὸ σημεῖον τῶν πρός τι ἔστιν, ὡς παρεμυθησάμεθα (Cfr. PH II 118 sqq.), συγκαταληφθήσεται τῷ σημείῳ τὸ οὗ ἐστι σημεῖον. τὸ συγκαταλαμβανόμενον δὲ αὐτῷ οὐκ ἔσται σημεῖον αὐτοῦ. τὸ γὰρ ὑπονοεῖν, ὅτι δύναται τό τινι συγκαταλαμβανόμενον σημεῖον ἐκείνου γίνεσθαι τελέως ἀπερρωγός˙ ἀμφοτέρων γὰρ ὑπὸ μίαν προθεσμίαν λαμβανομένων οὔτε τόδε τοῦδε ἐκκαλυπτικόν ἐστιν οὔτε τόδε τοῦδε μηνυτικόν, ἑκάτερον δὲ δι' αὑτοῦ προσπίπτον ἀποδεῖ τῆς τοιαύτης δυνάμεως.