1.

[8.168] καὶ μὴν οὐδὲ συγκαταλαμβάνεται διὰ τὴν μικρῷ πρόσθεν (Cfr. §§ 165 sqq.) εἰρημένην αἰτίαν˙ τὰ γὰρ συγκαταλαμβανόμενα ἀλλήλοις οὐ δέεται τῆς ἐξ ἀλλήλων μηνύσεως, ἀλλ' ὑφ' ἓν ἐξ αὑτῶν προσπίπτει, καὶ διὰ τοῦτο οὔτε τὸ σημεῖον λέγοιτ' ἂν εἶναι σημεῖον οὔτε τὸ σημειωτὸν ἔτι ὑπάρχειν σημειωτόν.