1.

[8.169] καταλείπεται οὖν λέγειν, ὅτι προκαταλαμβάνεται τὸ σημεῖον τοῦ σημειωτοῦ. ὃ πάλιν εἰς τοὺς αὐτοὺς ἐλέγχους κυλίεται. πρότερον γὰρ ὀφείλουσιν οἱ δογματικοὶ δεῖξαι, ὅτι οὐ τῶν πρός τι ἐστὶ τὸ σημεῖον ἢ ὅτι οὐ συγκαταλαμβάνεται ἀλλήλοις τὰ πρός τι, εἶτα τότε καὶ παρ' ἡμῶν λαμβάνειν τὸ δύνασθαι τοῦ σημειωτοῦ προκαταλαμβάνεσθαι τὸ σημεῖον.