HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,170
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,170.rdf
1.
[8.170] ἀμετακινήτων δὲ ὄντων τῶν πρώτων (Cfr. §§ 163-164) οὐχ οἷόν τέ ἐστι τὴν προκατάληψιν τῷ σημείῳ μαρτυρεῖν ἐκ τοῦ γένους ὄντι τῶν
πρός τι καὶ ὀφείλοντι συγκαταλαμβάνεσθαι τῷ οὗ ἐστι σημεῖον. ἀλλ' εἴπερ, ἵνα καταληφθῇ τὸ
σημεῖον, δεῖ ἢ προκαταλαμβάνεσθαι αὐτὸ τοῦ σημειωτοῦ ἢ συγκαταλαμβάνεσθαι τούτῳ ἢ
ἐπικαταλαμβάνεσθαι, δέδεικται δὲ μηδὲν τούτων δυνατόν, ῥητέον [οὖν] ἀκατάληπτον εἶναι τὸ
σημεῖον.