1.

[8.170] ἀμετακινήτων δὲ ὄντων τῶν πρώτων (Cfr. §§ 163-164) οὐχ οἷόν τέ ἐστι τὴν προκατάληψιν τῷ σημείῳ μαρτυρεῖν ἐκ τοῦ γένους ὄντι τῶν πρός τι καὶ ὀφείλοντι συγκαταλαμβάνεσθαι τῷ οὗ ἐστι σημεῖον. ἀλλ' εἴπερ, ἵνα καταληφθῇ τὸ σημεῖον, δεῖ ἢ προκαταλαμβάνεσθαι αὐτὸ τοῦ σημειωτοῦ ἢ συγκαταλαμβάνεσθαι τούτῳ ἢ ἐπικαταλαμβάνεσθαι, δέδεικται δὲ μηδὲν τούτων δυνατόν, ῥητέον [οὖν] ἀκατάληπτον εἶναι τὸ σημεῖον.