HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,173
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,173.rdf
1.
[8.173] τὸ μὲν γὰρ φαινόμενον φαινομένου καὶ ἀφανοῦς φαινόμενον γίγνεσθαι σημεῖον ἀληθές
ἐστιν, τὸ δὲ μὴ φαινόμενον φαινομένου ἢ μὴ φαινόμενον ἀφανοῦς ὑπάρχειν δηλωτικὸν ψεῦδος ἦν.
αὐτίκα γὰρ φαινόμενον μὲν φαινομένου σημεῖόν ἐστιν ἡ σκιὰ τοῦ σώματος˙ αὐτή τε γὰρ σημεῖον οὖσα
φαινόμενόν ἐστι, τό τε σῶμα σημειωτὸν καθεστὼς ἐναργὲς ὑπάρχει. φαινόμενον δὲ ἀφανοῦς δηλωτικὸν
καθειστήκει καθάπερ τὸ ἔρευθος τῆς αἰδοῦς˙ τὸ μὲν γὰρ ἐναργὲς καὶ αὐτοφώρατον ἦν, ἡ δὲ αἰδὼς
ἄφαντος.