1.

[8.173] τὸ μὲν γὰρ φαινόμενον φαινομένου καὶ ἀφανοῦς φαινόμενον γίγνεσθαι σημεῖον ἀληθές ἐστιν, τὸ δὲ μὴ φαινόμενον φαινομένου ἢ μὴ φαινόμενον ἀφανοῦς ὑπάρχειν δηλωτικὸν ψεῦδος ἦν. αὐτίκα γὰρ φαινόμενον μὲν φαινομένου σημεῖόν ἐστιν ἡ σκιὰ τοῦ σώματος˙ αὐτή τε γὰρ σημεῖον οὖσα φαινόμενόν ἐστι, τό τε σῶμα σημειωτὸν καθεστὼς ἐναργὲς ὑπάρχει. φαινόμενον δὲ ἀφανοῦς δηλωτικὸν καθειστήκει καθάπερ τὸ ἔρευθος τῆς αἰδοῦς˙ τὸ μὲν γὰρ ἐναργὲς καὶ αὐτοφώρατον ἦν, ἡ δὲ αἰδὼς ἄφαντος.