1.

[8.174] (§ 174 Cfr. PH II 125) τελέως δέ εἰσιν εὐήθεις οἱ ταῦτα λέγοντες. ὁμολογηθέντος (Cfr. §§ 163-164) γὰρ τοῦ πρός τι εἶναι τὸ σημεῖον καὶ τοῦ κατ' ἀνάγκην συγκαταλαμβάνεσθαι ἀλλήλοις τὰ πρός τι, οὐ δύναται τῶν ἐπ' ἴσης συνυποπιπτόντων ἀλλήλοις τὸ μὲν σημεῖον εἶναι τὸ δὲ σημειωτόν, ἀλλὰ πάντῃ τε καὶ πάντως διὰ τὴν ἐναργῆ ἀμφοτέρων συνυπόπτωσιν μήτε σημεῖόν τι ἐξ αὐτῶν ὑπάρχειν μήτε σημειωτόν, τοῦ μὲν μὴ ἔχοντος ὃ ἐκκαλύψει, τοῦ δὲ μὴ χρῄζοντος τοῦ ἐκκαλύψοντος.