1.

[8.175] τὰ δὲ αὐτὰ λεκτέον καὶ περὶ τῆς λειπομένης συζυγίας, καθ' ἣν ἠξίουν τὸ φαινόμενον τοῦ ἀφανοῦς εἶναι σημεῖον˙ δεῖ γάρ, εἰ τοῦτο οὕτως ἔχει, προκαταλαμβάνεσθαι τὸ σημεῖον τοῦ σημειωτοῦ καὶ ἐπικαταλαμβάνεσθαι τὸ σημειωτὸν τῷ σημείῳ, ὅπερ ἦν ἀδύνατον διὰ τὸ ἐκ τοῦ γένους εἶναι τῶν πρός τι καὶ ὀφείλειν ἀλλήλοις συγκαταλαμβάνεσθαι.