1.

[8.176] Τῶν γε μὴν καταλαμβανομένων ἀνθρώπῳ πραγμάτων τὰ μὲν δι' αἰσθήσεως καταλαμβάνεσθαι δοκεῖ, τὰ δὲ διανοίᾳ, καὶ δι' αἰσθήσεως μὲν ὡς λευκὸν μέλαν, γλυκὺ πικρόν, διανοίᾳ δὲ καλὸν αἰσχρόν, νόμιμον παράνομον, εὐσεβὲς ἀσεβές. καὶ τὸ σημεῖον οὖν εἴπερ καταληπτόν ἐστιν, ἤτοι τῶν αἰσθητῶν ἐστὶ πραγμάτων ἢ τῶν νοητῶν, ὥστ' ἂν μὴ ἐκ τοῦ ἑτέρου γένους τούτων ὑπάρχῃ, οὐδ' ὅλως ἔσται τὴν ἀρχὴν ὑπάρχον.