1.

[8.177] ἀμέλει γέ τοι τοῦτ' εὐθὺς τεκμήριόν ἐστι τοῦ ἄληπτον αὐτὸ τυγχάνειν, φημὶ δὲ τὸ μέχρι δεῦρο διέλκεσθαι τὴν φύσιν αὐτοῦ, τῶν μὲν αἰσθητὸν ὑπολαμβανόντων τοῦτο εἶναι, τῶν δὲ νοητόν. Ἐπίκουρος μὲν γὰρ καὶ οἱ προεστῶτες αὐτοῦ τῆς αἱρέσεως ἔλεξαν αἰσθητὸν εἶναι τὸ σημεῖον, οἱ δὲ ἀπὸ τῆς Στοᾶς (Cfr.
SVF fr. II 222 Arn. (ed).
) νοητόν. μένει δ' ἡ τοιαύτη διάστασις ἀνεπίκριτος σχεδὸν δι' αἰῶνος, καὶ μενούσης αὐτῆς ἀνεπικρίτου πᾶσα ἀνάγκη καὶ τὸ σημεῖον ἐν ἐποχῇ φυλάσσεσθαι, ὀφεῖλον ἢ αἰσθητὸν ἢ νοητὸν ὑπάρχειν.