1.

[8.178] καὶ τὸ πάντων δεινότατον, ὅτι μεταπέπτωκεν ἡ ὑπόσχεσις αὐτοῦ, εἴγε ὑπισχνεῖται μὲν ἐκκαλυπτικὸν ἔσεσθαί τινος ἑτέρου, ἀνάπαλιν δὲ αὐτὸ νῦν εὕρηται χρῇζον ἑτέρου τοῦ ἐκκαλύψοντος˙ εἰ γὰρ πᾶν τὸ διάφωνον ἄδηλόν ἐστι, τὸ δὲ ἄδηλον ἐκ σημείου ληπτόν, πάντως καὶ τὸ σημεῖον διαφωνούμενον δεήσεταί τινος σημείου πρὸς παράστασιν ὡς ἄδηλον.