1.

[8.179] (§§ 179-181 Cfr. PH II 121-122) καὶ μὴν οὐδὲ δύνανται λέγειν, ὅτι τὸ διαφωνούμενον αὐτὸ ἔνεστιν ἀποδείξει καταστήσασθαι καὶ πιστὸν ἔχειν (Cfr. M VII 293 sqq). πρῶτον μὲν γὰρ ὅταν ἀποδείξωσιν, τότε ὡς πιστὸν αὐτὸ λαμβανέτωσαν˙ ἐφ' ὅσον δὲ ψιλὴ μόνον αὐτοῖς ἐστιν ὑπόσχεσις ἀλλ' οὐκ ἀπόδειξις, ἕστηκε καὶ τὰ τῆς ἐποχῆς.