1.

[8.180] εἶτα καὶ ἡ ἀπόδειξις τῶν ἀμφισβητησίμων ἐστίν, διαφωνουμένη δὲ καὶ αὐτὴ χρείαν ἔχει τοῦ τὴν πίστιν περιθήσοντος˙ διὰ δὲ ζητουμένου τὸ ζητούμενον δεικνύναι θέλειν τελέως ἐστὶν ἄτοπον. ἄλλως τε καὶ τῷ γένει σημεῖόν ἐστιν ἡ ἀπόδειξις˙ ἐκκαλυπτικὴ γὰρ ἦν τοῦ συμπεράσματος.