1.

[8.182] πρὸς τούτοις τὸ ἐν ἀποδείξεως μέρει λαμβανόμενον εἰς τὴν τοῦ σημείου βεβαίωσιν ἤτοι αἰσθητόν ἐστιν ἢ νοητόν. καὶ εἰ μὲν αἰσθητόν, πάλιν ἡ ἀρχῆθεν μένει ζήτησις τῷ τὰ αἰσθητὰ κοινῶς διαπεφωνῆσθαι˙ εἰ δὲ νοητόν, ὁμοίως ἄπιστον καθέστηκεν˙ οὐ χωρὶς γὰρ τῶν αἰσθητῶν δύναται τοῦτο ληπτὸν ὑπάρχειν.