1.

[8.183] Πλὴν συγκεχωρήσθω τε καὶ ἐκ περιουσίας δεδόσθω τὸ ἤτοι αἰσθητὸν ἢ νοητὸν εἶναι τὸ σημεῖον. ἀλλὰ καὶ οὕτως ἀδύνατον τὴν ὑπόστασιν αὐτοῦ πιστὴν ὑπάρχειν. λεκτέον δὲ ἐν μέρει περὶ ἑκατέρου, καὶ εὐθέως γε περὶ τοῦ [μὴ] αἰσθητὸν αὐτὸ τυγχάνειν. ἵνα τοίνυν τοῦθ' ὁμόλογον ᾖ, δεῖ προσυμπεφωνῆσθαι τὴν τῶν αἰσθητῶν ὕπαρξιν καὶ ὁμόλογον εἶναι παρὰ πᾶσι τοῖς φυσικοῖς, ἵν' ὡς ἀπὸ ὁμολόγου ταύτης ἡ περὶ τοῦ σημείου ἀνάγηται σκέψις.