HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,184
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,184.rdf
1.
[8.184] οὐ συμπεφώνηται δέ, ἀλλ' (
Platon.
Phaedr. p. 264 D
;
Herodot.
vit. Hom. 11
)
‘ἔστ' ἂν ὕδωρ τε ῥέῃ καὶ δένδρεα μακρὰ τεθήλῃ,’(Cfr.
PH
II 37 et
M
I 28)
οὔποτε πεπαύσονται περὶ αὐτῆς οἱ φυσικοὶ πρὸς
ἀλλήλους πολεμοῦντες, ἐπείπερ ὁ μὲν
Δημόκριτος
μηδὲν ὑποκεῖσθαί φησι τῶν αἰσθητῶν, ἀλλὰ κενοπαθείας τινὰς αἰσθήσεων εἶναι τὰς
ἀντιλήψεις αὐτῶν, καὶ οὔτε γλυκύ τι περὶ τοῖς ἐκτὸς ὑπάρχειν, οὐ πικρὸν ἢ θερμὸν ἢ ψυχρὸν ἢ
λευκὸν ἢ μέλαν, οὐκ ἄλλο τι τῶν πᾶσι φαινομένων˙ παθῶν γὰρ ἡμετέρων ἦν ὀνόματα ταῦτα.