1.

[8.184] οὐ συμπεφώνηται δέ, ἀλλ' (
Platon. Phaedr. p. 264 D
;
Herodot. vit. Hom. 11
)
‘ἔστ' ἂν ὕδωρ τε ῥέῃ καὶ δένδρεα μακρὰ τεθήλῃ,’(Cfr. PH II 37 et M I 28)
οὔποτε πεπαύσονται περὶ αὐτῆς οἱ φυσικοὶ πρὸς ἀλλήλους πολεμοῦντες, ἐπείπερ ὁ μὲν Δημόκριτος μηδὲν ὑποκεῖσθαί φησι τῶν αἰσθητῶν, ἀλλὰ κενοπαθείας τινὰς αἰσθήσεων εἶναι τὰς ἀντιλήψεις αὐτῶν, καὶ οὔτε γλυκύ τι περὶ τοῖς ἐκτὸς ὑπάρχειν, οὐ πικρὸν ἢ θερμὸν ἢ ψυχρὸν ἢ λευκὸν ἢ μέλαν, οὐκ ἄλλο τι τῶν πᾶσι φαινομένων˙ παθῶν γὰρ ἡμετέρων ἦν ὀνόματα ταῦτα.