1.

[8.185] ὁ δὲ Ἐπίκουρος πάντα ἔλεγε τὰ αἰσθητὰ τοιαῦτα ὑποκεῖσθαι ὁποῖα φαίνεται καὶ κατ' αἴσθησιν προσπίπτει, μηδέποτε ψευδομένης τῆς αἰσθήσεως, ἀλλ' ἡμῶν ψεύδεσθαι ταύτην δοκούντων. οἱ δὲ ἀπὸ τῆς Στοᾶς καὶ τοῦ Περιπάτου μέσην ὁδὸν τεμόντες ἔνια μὲν ὑποκεῖσθαι τῶν αἰσθητῶν ἔλεξαν ὡς ἀληθῆ, ἔνια δὲ μὴ ὑπάρχειν, ψευδομένης περὶ αὐτῶν τῆς αἰσθήσεως.