HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,186
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,186.rdf
1.
[8.186] ἀλλὰ τό γε κεφάλαιον˙ εἴπερ αἰσθητὸν εἶναι θέλομεν τὸ σημεῖον, πρὸ παντὸς
ὁμολογηθῆναι δεῖ καὶ βεβαίως παραστῆναι τὴν τῶν αἰσθητῶν ὑπόστασιν, ἵνα καὶ τοῦτο δοθῇ παγίως
καταληπτὸν εἶναι˙ ἢ εἴπερ ἐκείνην δι' αἰῶνος ἐστασιάσθαι συμβέβηκεν, ὁμολογεῖν δεήσει καὶ τοῦτο
τῆς αὐτῆς ἀσυμφωνίας ἔχεσθαι.