1.

[8.186] ἀλλὰ τό γε κεφάλαιον˙ εἴπερ αἰσθητὸν εἶναι θέλομεν τὸ σημεῖον, πρὸ παντὸς ὁμολογηθῆναι δεῖ καὶ βεβαίως παραστῆναι τὴν τῶν αἰσθητῶν ὑπόστασιν, ἵνα καὶ τοῦτο δοθῇ παγίως καταληπτὸν εἶναι˙ ἢ εἴπερ ἐκείνην δι' αἰῶνος ἐστασιάσθαι συμβέβηκεν, ὁμολογεῖν δεήσει καὶ τοῦτο τῆς αὐτῆς ἀσυμφωνίας ἔχεσθαι.