1.

[8.187] ὥσπερ γὰρ τὸ λευκὸν χρῶμα οὐ δύναται ἀπτώτως καταληφθῆναι μὴ ὁμολογηθείσης τῆς τῶν αἰσθητῶν ὑποστάσεως, διὰ τὸ καὶ αὐτὸ τῶν αἰσθητῶν ὑπάρχειν, οὕτως οὐδὲ τὸ σημεῖον, εἴπερ κατὰ γένος αἰσθητόν 〈ἐστιν〉, λεχθήσεται πάγιον καθεστάναι μενούσης τῆς περὶ τῶν αἰσθητῶν μάχης. ἔστω δὴ καὶ συμπεφωνῆσθαι τὰ αἰσθητὰ καὶ μηδ' ἡντινοῦν γεγονέναι περὶ αὐτῶν διάστασιν. ζητῶ, πῶς δύνανται οἱ ἑτερόδοξοι ἡμᾶς διδάσκειν, ὅτι τῷ ὄντι αἰσθητόν ἐστι τὸ σημεῖον; πᾶν γὰρ αἰσθητὸν πᾶσι τοῖς ὡσαύτως ἔχουσιν ὑποπίπτειν πέφυκε καὶ ἐπ' ἴσης λαμβάνεσθαι. οἷον τοῦ λευκοῦ χρώματος οὐκ ἄλλως μὲν οἱ Ἕλληνες ἀντιλαμβάνονται, ἄλλως δὲ οἱ βάρβαροι, καὶ διαφερόντως μὲν οἱ τεχνῖται, ἐξηλλαγμένως δὲ οἱ ἰδιῶται, ἀλλ' ὡσαύτως πάντες οἵ γε ἀπαραποδίστους ἔχοντες τὰς αἰσθήσεις.