1.

[8.188] τοῦ τε πικροῦ πάλιν ἢ γλυκέος οὐκ ἄλλως μὲν ὅδε γεύεται, καθ' ἕτερον δὲ τρόπον ὅδε, ἀλλὰ κατὰ τὸ ὅμοιον ἕκαστος τῶν ὁμοίως διακειμένων. τὸ δέ γε σημεῖον ὡς σημεῖον οὐχ ὡσαύτως πάντας τοὺς ὁμοίως διακειμένους φαίνεται κινεῖν, ἀλλ' οἷς μὲν οὐδ' ὅλως ἐστὶ σημεῖόν τινος, καίπερ δι' ἐναργείας αὐτοῖς προσπίπτον, τισὶ δὲ σημεῖον μέν ἐστιν, οὐ τοῦ αὐτοῦ δὲ πράγματος, ἀλλὰ διαφέροντος˙ τὰ γὰρ αὐτὰ φαινόμενα λόγου χάριν ἐν ἰατρικῇ ἄλλου μέν ἐστι σημεῖα τῷδε, καθάπερ Ἐρασιστράτῳ, ἄλλου δὲ τῷδε, οἷον Ἡροφίλῳ, ἄλλου δὲ τῷδε, καθάπερ Ἀσκληπιάδῃ (Cfr. § 156 et PH I 236). οὐ τοίνυν λεκτέον αἰσθητὸν εἶναι τὸ σημεῖον˙ εἰ γὰρ τὸ μὲν αἰσθητὸν πάντας ὁμοίως κινεῖ, τὸ δὲ σημεῖον οὐ πάντας ὁμοίως κινεῖ, οὐκ ἂν εἴη αἰσθητὸν τὸ σημεῖον.