HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,189
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,189.rdf
1.
[8.189] πάλιν εἴπερ αἰσθητόν ἐστι τὸ σημεῖον, ἐχρῆν, ὥσπερ τὸ πῦρ αἰσθητὸν ὂν πάντας τοὺς
καίεσθαι δυναμένους καίει καὶ ἡ χιὼν αἰσθητὴ καθεστηκυῖα πάντας τοὺς ψύχεσθαι δυναμένους ψύχει,
ὧδε καὶ αὐτό, εἴπερ ἐκ τῶν αἰσθητῶν ἐστι, πάντας [ὤφειλεν] ἐπὶ τὸ αὐτὸ ἄγειν σημειωτόν. οὐκ
ἄγει δέ γε˙ οὐκ ἄρα αἰσθητόν ἐστιν.