1.

[8.189] πάλιν εἴπερ αἰσθητόν ἐστι τὸ σημεῖον, ἐχρῆν, ὥσπερ τὸ πῦρ αἰσθητὸν ὂν πάντας τοὺς καίεσθαι δυναμένους καίει καὶ ἡ χιὼν αἰσθητὴ καθεστηκυῖα πάντας τοὺς ψύχεσθαι δυναμένους ψύχει, ὧδε καὶ αὐτό, εἴπερ ἐκ τῶν αἰσθητῶν ἐστι, πάντας [ὤφειλεν] ἐπὶ τὸ αὐτὸ ἄγειν σημειωτόν. οὐκ ἄγει δέ γε˙ οὐκ ἄρα αἰσθητόν ἐστιν.