1.

[8.191] εἰ δὲ καταληπτά, πάλιν ἐχρῆν, ἐπεὶ αἰσθητόν ἐστι τὸ σημεῖον, τὸ δὲ αἰσθητὸν ἐπ' ἴσης πάντας κινεῖ, πᾶσι τὰ ἄδηλα καταλαμβάνεσθαι. ἀλλ' οἱ μέν φασιν αὐτὰ μὴ καταλαμβάνεσθαι, ὥσπερ οἱ ἀπὸ τῆς ἐμπειρίας ἰατροὶ καὶ οἱ ἀπὸ τῆς σκέψεωςσκέψεως φιλόσοφοι (Cfr. § 156), οἱ δὲ καταλαμβάνεσθαι μέν, οὐχ ὁμοίως δέ. οὐκ ἄρα αἰσθητόν ἐστι τὸ σημεῖον.