1.

[8.192] Ναί, φασίν, ἀλλ' ὡς τὸ πῦρ αἰσθητὸν καθεστὼς παρὰ τὰς διαφορὰς τῶν ὑποκειμένων ὑλῶν διαφερούσας ὑποφαίνει δυνάμεις, καὶ πρὸς μὲν κηρῷ τήκει, πρὸς δὲ πηλῷ πήσσει, πρὸς δὲ ξύλῳ καίει, τὸν αὐτὸν τρόπον εἰκός ἐστι καὶ τὸ σημεῖον αἰσθητὸν ὑπάρχον παρὰ τὰς διαφορὰς τῶν ἀντιλαμβανομένων αὐτοῦ διαφόρων εἶναι πραγμάτων μηνυτικόν.