HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,193
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,193.rdf
1.
[8.193] καὶ οὐ παράδοξον, ὅτι καὶ ἐπὶ τῶν ὑπομνηστικῶν σημείων θεωρεῖται οὕτω γιγνόμενον˙ ὁ
γὰρ ἀνατεινόμενος πυρσὸς τισὶ 〈μὲν〉 πολεμίων ἔφοδον σημαίνει, τισὶ δὲ φίλων ἄφιξιν δηλοῖ, καὶ ὁ
τοῦ κώδωνος ψόφος οἷς μὲν ὄψου πράσεώς ἐστι 〈σημεῖον〉, οἷς δὲ τοῦ δεῖν ῥαίνειν τὰς ὁδούς. καὶ
τὸ ἐνδεικτικὸν ἄρα σημεῖον δυνήσεται φύσιν αἰσθητὴν ἔχον ἄλλων καὶ ἄλλων εἶναι μηνυτικόν.