1.

[8.193] καὶ οὐ παράδοξον, ὅτι καὶ ἐπὶ τῶν ὑπομνηστικῶν σημείων θεωρεῖται οὕτω γιγνόμενον˙ ὁ γὰρ ἀνατεινόμενος πυρσὸς τισὶ 〈μὲν〉 πολεμίων ἔφοδον σημαίνει, τισὶ δὲ φίλων ἄφιξιν δηλοῖ, καὶ ὁ τοῦ κώδωνος ψόφος οἷς μὲν ὄψου πράσεώς ἐστι 〈σημεῖον〉, οἷς δὲ τοῦ δεῖν ῥαίνειν τὰς ὁδούς. καὶ τὸ ἐνδεικτικὸν ἄρα σημεῖον δυνήσεται φύσιν αἰσθητὴν ἔχον ἄλλων καὶ ἄλλων εἶναι μηνυτικόν.