1.

[8.194] ἀξιώσειε δ' ἄν τις καὶ ἐνταῦθα τοὺς μὲν τῇ ἀπὸ τοῦ πυρὸς μεταβάσει χρωμένους τοῦτο [δὲ] δεικνύναι γινόμενον ἐπὶ τοῦ σημείου ὅπερ καὶ ἐπὶ τοῦ πυρὸς γίνεσθαι συμβέβηκεν. τουτὶ μὲν γὰρ ὁμολόγους ἔχει τὰς προειρημένας δυνάμεις, καὶ οὐδεὶς ἔστιν ὃς διαφέρεται περὶ 〈τοῦ ὑπ'〉 αὐτοῦ τὸν μὲν κηρὸν τήκεσθαι, τὸν δὲ πηλὸν πήσσεσθαι, τὸ δὲ ξύλον καίεσθαι.