1.

[8.195] ἐπὶ δὲ τοῦ ἐνδεικτικοῦ σημείου ἐὰν τὸ ἀνάλογον προσδεχώμεθα γίνεσθαι, εἰς τὴν μεγίστην ἀπέμφασιν περιστησόμεθα, λέγοντες ἕκαστον τῶν ὑπ' αὐτοῦ ἐνδεικνυμένων ὑπάρχειν, ὥστε εἰ οὕτω τύχοι, καὶ πλῆθος νοσοποιεῖν καὶ δριμύτητα καὶ σωματικὴν κατασκευήν.