1.

[8.196] ὅπερ ἄτοπον˙ τὰς γὰρ οὕτω μαχομένας καὶ ἀνασκευαστικὰς ἀλλήλων αἰτίας οὐχ οἷόν τε συνυπάρχειν. ἢ τοῦτο οὖν ὁμολογείτωσαν, καίπερ ὂν ἀδύνατον, οἱ δογματικῶς φιλοσοφοῦντες, ἢ ὅτι τὸ σημεῖον αἰσθητὸν ὂν οὐδενὸς τὸ ὅσον ἐφ' ἑαυτῷ ἐνδεικτικόν ἐστιν,