1.

[8.198] εἰ γὰρ καυστικὴν εἶχε φύσιν τὸ πῦρ, ὤφειλε πάντα καίειν καὶ μὴ τινὰ μὲν καίειν τινὰ δὲ μηδαμῶς˙ καὶ εἰ τηκτικὴν εἶχε δύναμιν, πᾶν ὤφειλε διαλύειν καὶ μὴ τινὰ μὲν τινὰ δ' οὔ.