1.

[8.199] νῦν δὲ ταῦτα ἔοικε ποιεῖν οὐ παρὰ τὴν ἰδίαν φύσιν, ἀλλὰ παρὰ τὰς προσομιλούσας αὐτῷ τῶν ὑποκειμένων ὕλας, οἷον τὸ ξύλον καίει, οὐχ ὅτι αὐτὸ καυστικόν ἐστιν, ἀλλ' ὅτι τὸ ξύλον ἐπιτηδείως ἔχει συνεργοῦ λαβόμενον ἐκείνου καῆναι, καὶ τήκει τὸν κηρὸν οὐχ ὅτι τηκτικὴν ἔχει δύναμιν, ἀλλ' ὅτι ὁ κηρὸς ἐπιτηδειότητα ἐκέκτητο πρὸς τὸ συνεργοῦ λαβόμενος ἐκείνου τήκεσθαι. ἀκριβέστερον δὲ περὶ τούτου διδάξομεν (Cfr. M IX 237 sqq.), ὅταν περὶ τῆς τῶν τοιούτων ὑπάρξεως σκεψώμεθα.