1.

[8.200] τὰ νῦν δὲ καὶ πρὸς τοὺς μετιόντας ἀπὸ τοῦ ὑπομνηστικοῦ σημείου καὶ τὸν πυρσὸν παραλαμβάνοντας, ἔτι δὲ τὸν τοῦ κώδωνος ψόφον, λεκτέον ἐστὶν ἡμῖν, ὅτι οὐ παράδοξον εἰ τὰ τοιαῦτα τῶν σημείων πλειόνων ἐστὶ δηλωτικά˙ θεμένων γὰρ νόμους, ὥς φασιν, ὥρισται καὶ ἐφ' ἡμῖν κεῖται, ἐάν τε ἓν θέλωμεν αὐτὰ μηνύειν ἐάν τε καὶ πλειόνων ὑπάρχειν δηλωτικά.