1.

[8.201] τὸ δὲ ἐνδεικτικὸν σημεῖον ἐκ φύσεως ὑπαγορευτικὸν εἶναι δοκοῦν τοῦ σημειωτοῦ κατ' ἀνάγκην ἑνὸς δεῖ πράγματος ἐνδεικτικὸν εἶναι, καὶ τούτου πάντως μονοειδοῦς, ἐπεί τοι ἐὰν κοινὸν πολλῶν ὑπάρχῃ, οὐκ ἔσται σημεῖον. ἀμήχανον γὰρ ἓν βεβαίως διά τινος λαμβάνεσθαι, πολλῶν ὄντων τῶν δηλουμένων. οἷον τὸ ἐκ πλουσίου πένητα γενέσθαι κοινόν ἐστι καὶ τοῦ ἠσωτεῦσθαι καὶ τοῦ κατὰ θάλασσαν ἐπταικέναι καὶ τοῦ φίλοις μεταδεδωκέναι, πολλῶν δὲ κοινὸν ὑπάρχον οὐκέτι τινὸς αὐτῶν ἐξαιρέτως μηνυτικὸν εἶναι δύναται˙ εἰ γὰρ τούτου, τί μᾶλλον τούτου ἢ ἐκείνου; καὶ εἰ ἐκεινου, τί μᾶλλον ἐκείνου ἢ τούτου;