1.

[8.202] καὶ μὴν οὐδὲ πάντων˙ ἀσυνύπαρκτα γάρ ἐστι τὰ πάντα. διαφέρει τοίνυν τοῦ ὑπομνηστικοῦ σημείου τὸ ἐνδεικτικόν, καὶ οὐ μεταβατέον ἐστὶν ἀπ' ἐκείνου ἐπὶ τοῦτο, παρόσον τὸ μὲν ἑνὸς μόνου δεῖ μηνυτικὸν ὑπάρχειν, τὸ δὲ πλειόνων δύναται εἶναι παραστατικὸν καὶ ὡς ἂν ἡμεῖς θεματίσωμεν σημαίνειν (Cfr. § 143; M I 49-56).