HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,203
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,203.rdf
1.
[8.203] Ἔτι πᾶν αἰσθητὸν ὡς αἰσθητὸν ἀδίδακτόν ἐστιν (Cfr.
M
I 23, XI 227).
οὔτε γὰρ τὸ λευκὸν χρῶμα διδάσκεταί τις ὁρᾶν οὔτε τοῦ γλυκέος μανθάνει γεύεσθαι, οὐ θερμοῦ
ἀντιλαμβάνεσθαι, οὐκ ἄλλου τινὸς τοιούτου˙ ἀλλ' ἐκ φύσεως καὶ ἀδιδάκτως πάντων αὐτῶν πάρεστιν
ἡμῖν ἡ γνῶσις. τὸ δὲ σημεῖον ὡς σημεῖον μετὰ πολλῶν, ὥς φασι, μόχθων διδάσκεται, οἷον τὸ κατὰ
κυβερνητικήν, ὅτι ἀνέμων ἐστὶ δηλωτικὸν καὶ χειμώνων ἢ εὐδίας.