1.

[8.203] Ἔτι πᾶν αἰσθητὸν ὡς αἰσθητὸν ἀδίδακτόν ἐστιν (Cfr. M I 23, XI 227). οὔτε γὰρ τὸ λευκὸν χρῶμα διδάσκεταί τις ὁρᾶν οὔτε τοῦ γλυκέος μανθάνει γεύεσθαι, οὐ θερμοῦ ἀντιλαμβάνεσθαι, οὐκ ἄλλου τινὸς τοιούτου˙ ἀλλ' ἐκ φύσεως καὶ ἀδιδάκτως πάντων αὐτῶν πάρεστιν ἡμῖν ἡ γνῶσις. τὸ δὲ σημεῖον ὡς σημεῖον μετὰ πολλῶν, ὥς φασι, μόχθων διδάσκεται, οἷον τὸ κατὰ κυβερνητικήν, ὅτι ἀνέμων ἐστὶ δηλωτικὸν καὶ χειμώνων ἢ εὐδίας.