1.

[8.204] ὡσαύτως δὲ καὶ παρὰ τοῖς τὰ οὐράνια πραγματευσαμένοις, καθάπερ Ἀράτῳ καὶ Ἀλεξάνδρῳ τῷ Αἰτωλῷ, κατὰ ταὐτὰ δὲ καὶ τοῖς ἐμπειρικῶς ἰατρεύουσιν, οἷον τὸ ἔρευθος καὶ ἡ κυρτότης τῶν ἀγγείων καὶ τὸ δίψος καὶ τὰ ἄλλα, ὧν ὁ μὴ διδαχθεὶς οὐκ ἀντιλαμβάνεται ὡς σημείων.