1.

[8.207] καὶ μὴν πᾶν αἰσθητόν, ὡς ἡ κλῆσις παρίστησιν, αἰσθήσει ληπτόν ἐστι, τὸ δὲ σημεῖον ὡς σημεῖον οὐκ αἰσθήσει λαμβάνεται ἀλλὰ διανοίᾳ. λέγομεν γοῦν ἀληθὲς εἶναι σημεῖον καὶ ψεῦδος, τὸ δὲ ἀληθὲς καὶ ψεῦδος οὐκ ἔστιν αἰσθητόν˙ ἀξίωμα γὰρ ἑκάτερον, τὸ δὲ ἀξίωμα οὐ τῶν αἰσθητῶν ἀλλὰ τῶν νοητῶν ὑπῆρχεν. λεκτέον ἄρα μὴ εἶναι τῶν αἰσθητῶν τὸ σημεῖον.