HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,208
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,208.rdf
1.
[8.208] Ἐπιχειρητέον δὲ καὶ οὕτως˙ εἴπερ αἰσθητόν ἐστι τὸ ἐνδεικτικὸν σημεῖον, πολὺ πρότερον
ὀφείλει τὸ αἰσθητόν τινος ἐνδεικτικὸν ὑπάρχειν˙ ὅπερ οὐχ οὕτως εἶχεν. εἰ γὰρ ἐνδείκνυταί τι τὸ
αἰσθητόν, ἤτοι τὸ ὁμογενὲς τοῦ ὁμογενοῦς ἔσται ἐνδεικτικὸν ἢ τὸ ἀνομογενὲς τοῦ ἀνομογενοῦς˙
οὔτε δὲ τὸ ὁμογενὲς τοῦ ὁμογενοῦς οὔτε τὸ ἀνομογενὲς τοῦ ἀνομογενοῦς˙ οὐκ ἄρα ἐνδεικτικόν τινός
ἐστι τὸ αἰσθητόν.