1.

[8.208] Ἐπιχειρητέον δὲ καὶ οὕτως˙ εἴπερ αἰσθητόν ἐστι τὸ ἐνδεικτικὸν σημεῖον, πολὺ πρότερον ὀφείλει τὸ αἰσθητόν τινος ἐνδεικτικὸν ὑπάρχειν˙ ὅπερ οὐχ οὕτως εἶχεν. εἰ γὰρ ἐνδείκνυταί τι τὸ αἰσθητόν, ἤτοι τὸ ὁμογενὲς τοῦ ὁμογενοῦς ἔσται ἐνδεικτικὸν ἢ τὸ ἀνομογενὲς τοῦ ἀνομογενοῦς˙ οὔτε δὲ τὸ ὁμογενὲς τοῦ ὁμογενοῦς οὔτε τὸ ἀνομογενὲς τοῦ ἀνομογενοῦς˙ οὐκ ἄρα ἐνδεικτικόν τινός ἐστι τὸ αἰσθητόν.