1.

[8.210] ἔννοιαν μὲν γὰρ ἔχειν τοῦ ἕτερον εἶναι χρῶμα τὸ μέλαν, καὶ μὴ τοιοῦτο οἷόν ἐστι τὸ λευκόν, τάχα δυνατόν ἐστι, κατάληψιν δὲ ποιεῖσθαι τοῦ μέλανος χρώματος ἐκ τῆς τοῦ λευκοῦ παρουσίας τῶν ἀμηχάνων. καὶ ἐπὶ τῆς φωνῆς ὁ αὐτός ἐστι λόγος, καὶ κοινῶς ἐπὶ τῶν ἄλλων αἰσθητῶν. οὐκοῦν τὸ ὁμογενὲς αἰσθητὸν οὐκ ἂν εἴη τοῦ ὁμογενοῦς ἐνδεικτικόν, τουτέστι τὸ ὁρατὸν τοῦ ὁρατοῦ ἢ τὸ ἀκουστὸν τοῦ ἀκουστοῦ ἢ τὸ γευστὸν τοῦ γευστοῦ.