1.

[8.211] καὶ μὴν οὐδὲ τὸ ἀνομογενὲς τοῦ ἀνομογενοῦς, οἷον τὸ ὁρατὸν τοῦ ἀκουστοῦ ἢ τὸ ἀκουστὸν τοῦ γευστοῦ ἢ ὀσφραντοῦ˙ οὐ γὰρ ἐὰν ὀσφραίνηταί τις εὐώδους τινός, εἰς κατάληψιν ἔρχεται λευκοῦ χρώματος, οὐδὲ φωνῆς ἀντιλαμβανόμενος γλυκαίνεται τὴν γεῦσιν.