[52] Ἰδών ποτε δραπέτην ἐπὶ φρέατι καθήμενον ἔφη, "μειράκιον, βλέπε μὴ ἐμπέσῃς." ἰδὼν 〈μειρα〉κύλλιον ἱματιοκλέπτην ἐν τῷ βαλανείῳ ἔφη, "ἐπ' ἀλειμμάτιον ἢ ἐπ' ἄλλ' ἱμάτιον;" ἰδών ποτε γυναῖκας ἀπ' ἐλαίας ἀπηγχονισμένας, "εἴθε γάρ," ἔφη, "πάντα τὰ δένδρα τοιοῦτον καρπὸν ἤνεγκεν." Ἀξιόπιστον ἰδὼν λωποδύτην ἔφη (Il. K 343, 387),

τίπτε σὺ ὧδε, φέριστε;
ἦ τινα συλήσων νεκύων κατατεθνηώτων;

ἐρωτηθεὶς εἰ παιδισκάριον ἢ παιδάριον ἔχοι, ἔφη, "οὔ˙" τοῦ δὲ εἰπόντος, "ἐὰν οὖν ἀποθάνῃς, τίς σε ἐξοίσει;", ἔφη, "ὁ χρῄζων τῆς οἰκίας."

[52] Ἰδών ποτε δραπέτην ἐπὶ φρέατι καθήμενον ἔφη, "μειράκιον, βλέπε μὴ ἐμπέσῃς." ἰδὼν [μειρακύλλιον] ἱματιοκλέπτην ἐν τῷ βαλανείῳ ἔφη, "ἐπ' ἀλειμμάτιον ἢ ἐπ' ἄλλ' ἱμάτιον;" ἰδών ποτε γυναῖκας ἀπ' ἐλαίας ἀπηγχονισμένας, "εἴθε γάρ," ἔφη, "πάντα τὰ δένδρα τοιοῦτον καρπὸν ἤνεγκεν." ἰδὼν λωποδύτην ἔφη,

τίπτε σὺ ὧδε, φέριστε;
ἦ τινα συλήσων νεκύων κατατεθνηώτων;

ἐρωτηθεὶς εἰ παιδισκάριον ἢ παιδάριον ἔχοι, ἔφη, "οὔ˙" τοῦ δὲ εἰπόντος, "ἐὰν οὖν ἀποθάνῃς, τίς σε ἐξοίσει;" ἔφη, "ὁ χρῄζων τῆς οἰκίας."

[52] Ἰδών δραπέτην ἐπὶ φρέατι καθήμενον ἔφη˙ "Μειράκιον, βλέπε μὴ ἐμπέσῃς." Ἰδών 〈μειρα〉κύλλιον ἱματιοκλέπτην [40710] ἐν τῷ βαλανείῳ ἔφη˙ " Ἐπ' ἀλειμμάτιον ἢ ἐπ' ἄλλ' ἱμάτιον;" Ἰδών ποτε γυναῖκα ἀπ' ἐλαίας ἀπηγχονισμένην, "Εἴθε γάρ," ἔφη, "πάντα τὰ δένδρα τοιοῦτον καρπὸν ἤνεγκεν." [ Ἀξιόπιστον] Ἰδών λωποδύτην 〈ἐν τῶ̣ βαλανείῳ〉, ἔφη˙

[4081] Τίπτε σὺ ὧδε, φέριστε;
Ἦ τινα συλήσων νεκύων κατατεθνηώτων;

Ἐρωτηθεὶς εἰ παιδισκάριον ἢ παιδάριον ἔχοι, ἔφη˙ "Οὔ˙" τοῦ δὲ εἰπόντος˙ " Ἐὰν οὖν ἀποθάνῃς, τίς σε ἐξοίσει;", ἔφη˙ " Ὁ χρῄζων τῆς οἰκίας."