1.

[8.213] τῶν γὰρ περὶ τούτου σκεψαμένων, ὡς πολλάκις ἐδείξαμεν (Cfr. M VII 135, 293; PH I 49 et 213 sqq.), οἱ (Cfr. § 184 et §§ 6-7) μέν φασιν αὐτὸ μὴ τοιοῦτο λαμβάνεσθαι ὑπὸ τῆς αἰσθήσεως οἷόν ἐστι φύσει˙ οὔτε γὰρ λευκὸν οὔτε μέλαν, οὔτε θερμόν, οὐ ψυχρόν, οὐ γλυκύ, οὐ πικρόν, οὐκ ἄλλην τοιαύτην ἔχον ποιότητα αὐτὸ καθεστάναι, κενοπαθούσης δὲ καὶ ψευδομένης ἡμῶν τῆς αἰσθήσεως τοιοῦτο δοκεῖν ὑποκεῖσθαι˙ οἱ (Cfr. §§ 10,185) δὲ τινὰ μὲν τῶν αἰσθητῶν ἔδοξαν κατ' ἀλήθειαν ὑποκεῖσθαι τινὰ δὲ μηδαμῶς, ἄλλοι (Cfr. §§ 9,185) δὲ πᾶσι τὴν ὕπαρξιν ἐπ' ἴσης προσεμαρτύρησαν.