HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,214
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,214.rdf
1.
[8.214] τοσαύτης οὖν καὶ ἀδιακρίτου στάσεως οὔσης περὶ τῆς τῶν αἰσθητῶν ὑποστάσεως, πῶς οἷόν
τε λέγειν αὑτοῦ παραστατικὸν εἶναι τὸ αἰσθητόν, ὅτε οὐδέπω γινώσκεται τίς ἐστιν ἡ ἀληθὴς τῶν
οὕτως διαφωνούντων στάσις; ἀλλ' ἐκεῖνό γε κρατεῖν χρή, ὡς εἴπερ οὔτε τὸ ὁμογενὲς αἰσθητὸν τοῦ
ὁμογενοῦς αἰσθητοῦ οὔτε τὸ ἀνομογενὲς τοῦ ἀνομογενοῦς οὔτ' αὐτὸ ἑαυτοῦ ἐνδεικτικόν ἐστιν,
ἀδύνατον ἄρα λέγειν αἰσθητὸν εἶναι τὸ σημεῖον.